Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.280 Joseph. AJ 18.285 (English) >>Joseph. AJ 18.289

18.283ἄπιτε οὖν ἐπὶ ἔργα τὰ αὐτῶν ἕκαστοι καὶ τῇ γῇ ἐπιπονεῖτε. πέμψω δʼ αὐτὸς ἐπὶ Ῥώμης καὶ τὰ πάντα ὑπὲρ ὑμῶν διʼ ἐμαυτοῦ καὶ τῶν φίλων οὐκ ἀποτραπήσομαι διακονεῖν.” 18.284

Ταῦτα εἰπὼν καὶ διαλύσας τῶν Ἰουδαίων τὸν σύλλογον προμηθεῖσθαι τῶν εἰς τὴν γεωργίαν ἠξίου τοὺς ἐν τέλει καὶ καθομιλεῖν τὸν λαὸν ἐλπίσι χρησταῖς. καὶ μὲν εὐθυμεῖν τὸ πλῆθος ἔσπευδεν. θεὸς δὲ παρρησίαν ἐπεδείκνυτο τὴν αὐτοῦ Πετρωνίῳ καὶ τὴν ἐπὶ τοῖς ὅλοις σύλληψιν· 18.285ἅμα τε γὰρ ἐπαύετο τοῦ λόγου, ὃν πρὸς τοὺς Ἰουδαίους εἶπεν, καὶ αὐτίκα ὑετὸν ἠφίει μέγαν παρʼ ἐλπίδα τοῖς ἀνθρώποις γενόμενον διὰ τὸ ἐκείνην τὴν ἡμέραν αἴθριον ἕωθεν οὖσαν οὐδὲν ὄμβριον ἀποσημαίνειν ἐκ τῶν περὶ τὸν οὐρανὸν καὶ τὸ πᾶν ἔτος αὐχμῷ μεγάλῳ κατεσχημένον ἐπʼ ἀπογνώσει ποιεῖν τοὺς ἀνθρώπους ὕδατος τοῦ ἄνωθεν, εἰ καὶ σύννεφόν ποτε θεάσαιντο τὸν οὐρανόν. 18.286ὥστε δὴ τότε πολλοῦ καὶ παρὰ τὸ εἰωθὸς καὶ παρὰ τὸ ἑτέρῳ δόξαν ἀφιγμένου ὕδατος τοῖς τε Ἰουδαίοις ἐλπὶς ἦν ἐπʼ οὐδαμοῖς ἀτυχήσειν Πετρώνιον ὑπὲρ αὐτῶν δεόμενον, τε Πετρώνιος κατεπέπληκτο μειζόνως ὁρῶν ἐναργῶς τὸν θεὸν τῶν Ἰουδαίων προμηθούμενον καὶ πολλὴν ἀποσημήναντα τὴν ἐπιφάνειαν, ὡς μηδʼ ἂν τοῖς ἔργῳ προθεμένοις τἀναντία φρονεῖν ἰσχὺν ἀντιλέξεως καταλελεῖφθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.280 Joseph. AJ 18.285 (English) >>Joseph. AJ 18.289

Powered by PhiloLogic